TLG 1923 003 :: STESIMBROTUS :: Fragmenta

STESIMBROTUS Hist.
(Thasius: 5 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 53–58.

  • Frr. 1–18
  • fr. 12 verba Latina solum.

Citation: Fragment — (line)

t1-12

ΠΕΡΙ ΘΕΜΙΣΤΟΚΛΕΟΥΣ ΚΑΙ ΘΟΥΚΥΔΙΔΟΥ ΚΑΙ ΠΕΡΙΚΛΕΟΥΣ.

1

Plutarch. Them. c. 2: Στησίμβροτος Ἀναξαγόρου τε διακοῦσαι τὸν Θεμιστοκλέα φησὶ καὶ περὶ Μέλισσον σπουδάσαι τὸν φυσικὸν, οὐκ εὖ τῶν χρόνων ἁπτόμενος· Περικλεῖ γὰρ, ὃς πολὺ νεώτερος ἦν Θεμιστοκλέους,
5Μέλισσος μὲν ἀντεστρατήγει πολιορκοῦντι Σαμίους, Ἀναξαγόρας δὲ συνδιέτριβε. Paullo post Plutarchus ex eodem haud dubie Stesimbroto ponit haec:
10Ἃ δὲ τούτων ἐξαρτῶσιν ἔνιοι διηγήματα πλάττον‐ τες, ἀποκήρυξιν ὑπὸ τοῦ πατρὸς αὐτοῦ, θάνατον δὲ τῆς μητρὸς ἑκούσιον, ἐπὶ τῇ τοῦ παιδὸς ἀτιμίᾳ περι‐
λύπου γενομένης, δοκεῖ κατεψεῦσθαι.53

2

Idem ibid. c. 24, 5: Themistocles ad Admetum regem Molossorum confugit. Ἐκεῖ δ’ αὐτῷ τὴν γυ‐ ναῖκα καὶ τοὺς παῖδας ἐκκλέψας ἐκ τῶν Ἀθηνῶν Ἐπι‐ κράτης ὁ Ἀχαρνεὺς ἀπέστειλεν, ὃν ἐπὶ τούτῳ Κίμων
5ὕστερον κρίνας ἐθανάτωσεν, ὡς ἱστορεῖ Στησίμβροτος. Εἶτ’ οὐκ οἶδ’ ὅπως ἐπιλαθόμενος τούτων ἢ τὸν Θεμιστο‐ κλέα ποιῶν ἐπιλαθόμενον πλεῦσαί φησιν εἰς Σικελίαν καὶ παρ’ Ἱέρωνος αἰτεῖν τοῦ τυράννου τὴν θυγατέρα πρὸς γάμον, ὑπισχνούμενον αὐτῷ τοὺς Ἕλληνας ὑπηκόους
10ποιήσειν, ἀποστρεψαμένου δὲ τοῦ Ἱέρωνος οὕτως εἰς τὴν Ἀσίαν ἀπᾶραι. Ταῦτα δ’ οὐκ εἰκός ἐστιν οὕτω γενέσθαι.

3

Idem Cimon. c. 4, 6: Στησίμβροτος δ’ ὁ Θάσιος περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον τῷ Κίμωνι γεγονώς φη‐ σιν αὐτὸν οὔτε μουσικὴν οὔτε ἄλλο τι μάθημα τῶν ἐλευθερίων καὶ τοῖς Ἕλλησιν ἐπιχωριαζόντων ἐκδιδα‐
5χθῆναι, δεινότητός τε καὶ στωμυλίας Ἀττικῆς ὅλως ἀπηλλάχθαι, καὶ τῷ τρόπῳ πολὺ τὸ γενναῖον καὶ ἀλη‐ θὲς ἐνυπάρχειν καὶ μᾶλλον εἶναι Πελοποννήσιον τὸ σχῆμα τῆς ψυχῆς τοῦ ἀνδρὸς, Φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθὸν,
10κατὰ τὸν Εὐριπίδειον Ἡρακλέα· ταῦτα γὰρ ἔστι τοῖς ὑπὸ τοῦ Στησιμβρότου γεγραμμένοις ἐπειπεῖν. Idem Stesimbrotus subesse videtur sequentibus: Εἰσὶ δ’ οἳ τὴν Ἐλπινίκην οὐ κρύφα τῷ Κίμωνι, φανε‐ ρῶς δὲ γημαμένην συνοικῆσαι λέγουσιν, ἀξίου τῆς εὐγε‐
15νείας νυμφίου διὰ τὴν πενίαν ἀποροῦσαν· ἐπεὶ δὲ Καλ‐ λίας τῶν εὐπόρων τις Ἀθήνησιν ἐρασθεὶς προσῆλθε τὴν ὑπὲρ τοῦ πατρὸς καταδίκην ἐκτίνειν ἕτοιμος ὢν πρὸς τὸ δημόσιον, αὐτήν τε πεισθῆναι καὶ τὸν Κίμωνα τῷ Καλ‐ λίᾳ συνοικίσαι τὴν Ἐλπινίκην.

4

Ib. c. 14: Ἐπεὶ δὲ τῶν Περσῶν τινες οὐκ ἐβούλοντο τὴν Χερσόνησον ἐκλιπεῖν, ἀλλὰ καὶ τοὺς Θρᾷκας ἄνωθεν ἐπεκαλοῦντο καταφρονοῦντες τοῦ Κίμωνος μετ’ ὀλίγων παντάπασι τριήρων Ἀθήνηθεν ἐκπεπλευκότος, ὁρμή‐
5σας ἐπ’ αὐτοὺς τέσσαρσι μὲν ναυσὶ, τρισκαίδεκα τὰς ἐκείνων ἔλαβεν, ἐξελάσας δὲ τοὺς Πέρσας καὶ κρατή‐ σας τῶν Θρᾳκῶν, πᾶσαν ᾠκειώσατο τῇ πόλει τὴν
Χερσόνησον. Ἐκ δὲ τούτου Θασίους μὲν ἀποστάν‐ τας Ἀθηναίων καταναυμαχήσας, τρεῖς καὶ τριάκοντα54
10ναῦς ἔλαβε καὶ τὴν πόλιν ἐξεπολιόρκησε καὶ τὰ χρυ‐ σεῖα τὰ πέραν Ἀθηναίοις προσεκτήσατο καὶ χώραν, ἧς ἐπῆρχον Θάσιοι, παρέλαβεν. Ἐκεῖθεν δὲ ῥᾳδίως ἐπιβῆναι Μακεδονίας καὶ πολλὴν ἀποτεμέσθαι παρα‐ σχὸν, ὡς ἐδόκει, μὴ θελήσας αἰτίαν ἔσχε δώροις ὑπὸ
15τοῦ βασιλέως Ἀλεξάνδρου συμπεπεῖσθαι, καὶ δίκην ἔφυγε, τῶν ἐχθρῶν συστάντων ἐπ’ αὐτόν. Ἀπολογού‐ μενος δὲ πρὸς τοὺς δικαστὰς, οὐκ Ἰώνων ἔφη προξενεῖν οὐδὲ Θεσσαλῶν, πλουσίων ὄντων, ὥσπερ ἑτέρους, ἵνα θεραπεύωνται καὶ λαμβάνωσιν, ἀλλὰ Λακεδαιμονίων,
20μιμούμενος καὶ ἀγαπῶν τὴν παρ’ αὐτοῖς εὐτέλειαν καὶ σωφροσύνην, ἧς οὐδένα προτιμᾶν πλοῦτον, ἀλλὰ πλου‐ τίζων ἀπὸ τῶν πολεμίων τὴν πόλιν ἀγάλλεσθαι. Μνησθεὶς δὲ τῆς κρίσεως ἐκείνης ὁ Στησίμβροτός φησι τὴν Ἐλπινίκην ὑπὲρ τοῦ Κίμωνος δεομένην ἐλθεῖν ἐπὶ
25τὰς θύρας τοῦ Περικλέους (οὗτος γὰρ ἦν τῶν κατηγό‐ ρων ὁ σφοδρότατος), τὸν δὲ μειδιάσαντα, «Γραῦς εἶ, φάναι, γραῦς, ὦ Ἐλπινίκη, ὡς τηλικαῦτα διαπράτ‐ τεσθαι πράγματα·» πλὴν ἔν γε τῇ δίκῃ πρᾳότατον γενέσθαι τῷ Κίμωνι καὶ πρὸς τὴν κατηγορίαν ἅπαξ
30ἀναστῆναι μόνον, ὥσπερ ἀφοσιούμενον.

5

Plut. Cim. 16, 1: Ἦν μὲν οὖν ἀπ’ ἀρχῆς φιλολά‐ κων (ὁ Κίμων)· καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον Λακεδαιμόνιον ὠνόμασε, τὸν δ’ ἕτερον Ἠλεῖον, ἐκ γυναικὸς αὐτῷ Κλειτορίας γενομένου, ὡς Στησίμ‐
5βροτος ἱστορεῖ· δι’ ὃ πολλάκις τὸν Περικλέα τὸ μη‐ τρῷον αὐτοῖς γένος ὀνειδίζειν.

6

Idem ib. c. 16, 5: Ἔπειτα δυνατώτεροι γενόμε‐ νοι καὶ τὸν Κίμωνα τοῖς Σπαρτιάταις οὐκ ἠρέμα προσ‐ κείμενον ὁρῶντες ἤχθοντο. Καὶ γὰρ αὐτὸς ἐπὶ παντὶ μεγαλύνων τὴν Λακεδαίμονα πρὸς Ἀθηναίους καὶ μά‐
5λιστα ὅτε τύχοι μεμφόμενος αὐτοῖς ἢ παροξύνων, ὥς φησι Στησίμβροτος, εἰώθει λέγειν, «Ἀλλ’ οὐ Λακε‐ δαιμόνιοί γε τοιοῦτοι.» Ὅθεν φθόνον ἑαυτῷ συνῆγε καὶ δυσμένειάν τινα παρὰ τῶν πολιτῶν.

7

Idem Pericl. c. 26, 2: Ἐπεὶ δὲ μείζων ἕτερος στόλος ἦλθεν ἐκ τῶν Ἀθηνῶν καὶ παντελῶς κατεκλεί‐ σθησαν οἱ Σάμιοι, λαβὼν ὁ Περικλῆς ἑξήκοντα τριή‐ ρεις ἔπλευσεν εἰς τὸν ἔξω πόντον, ὡς μὲν οἱ πλεῖστοι
5λέγουσι, Φοινισσῶν νεῶν ἐπικούρων τοῖς Σαμίοις προσ‐ φερομένων, ἀπαντῆσαι καὶ διαγωνίσασθαι πορρωτάτω βουλόμενος, ὡς δὲ Στησίμβροτος, ἐπὶ Κύπρον στελλό‐ μενος· ὅπερ οὐ δοκεῖ πιθανὸν εἶναι. Ὁποτέρῳ δ’ οὖν ἐχρήσατο τῶν λογισμῶν ἁμαρτεῖν ἔδοξε.

8

Id. ib. c. 8, 9: Ὁ δὲ Στησίμβροτος φησὶν ὅτι
τοὺς ἐν Σάμῳ τεθνηκότας ἐγκωμιάζων ἐπὶ τοῦ βήμα‐ τος ἀθανάτους ἔλεγε γεγονέναι καθάπερ τοὺς θεούς· οὐ γὰρ ἐκείνους αὐτοὺς ὁρῶμεν, ἀλλὰ ταῖς τιμαῖς, ἃς55
5ἔχουσι, καὶ τοῖς ἀγαθοῖς, ἃ παρέχουσιν, ἀθανάτους εἶ‐ ναι τεκμαιρόμεθα· ταῦτ’ οὖν ὑπάρχειν καὶ τοῖς ὑπὲρ τῆς πατρίδος ἀποθανοῦσιν.

9

Plutarch. Pericl. c. 13, 14: Οἱ κωμικοὶ πολλὴν ἀσέλγειαν αὐτοῦ (Περικλέους) κατεσκέδασαν ... Καὶ τί ἄν τις ἀνθρώπους σατυρικοὺς τοῖς βίοις καὶ τὰς κατὰ τῶν κρειττόνων βλασφημίας ὥσπερ δαίμονι κακῷ τῷ φθόνῳ
5τῶν πολλῶν ἀποθύοντας ἑκάστοτε θαυμάσειεν, ὅπου καὶ Στησίμβροτος ὁ Θάσιος δεινὸν ἀσέβημα καὶ μυθῶδες ἐξενεγκεῖν ἐτόλμησεν εἰς τὴν γυναῖκα τοῦ υἱοῦ κατὰ τοῦ Περικλέους; Οὕτως ἔοικε πάντη χαλεπὸν εἶναι καὶ δυσθήρατον ἱστορίᾳ τἀληθὲς, ὅταν οἱ μὲν ὕστερον
10γεγονότες τὸν χρόνον ἔχωσιν ἐπιπροσθοῦντα τῇ γνώσει τῶν πραγμάτων, ἡ δὲ τῶν πράξεων καὶ τῶν βίων ἡλι‐ κιῶτις ἱστορία τὰ μὲν φθόνοις καὶ δυσμενείαις, τὰ δὲ χαριζομένη καὶ κολακεύουσα λυμαίνηται καὶ διαστρέφῃ τὴν ἀλήθειαν.

10

Athenaeus XIII, de Pericle: Ἦν δ’ οὗτος ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ
5ἑωρακὼς αὐτὸν, ἐν τῷ ἐπιγραφομένῳ Περὶ Θεμιστο‐ κλέους καὶ Θουκυδίδου καὶ Περικλέους.

11

Plutarch. Pericl. c. 36, 2: Ὁ γὰρ πρεσβύτατος αὐτοῦ τῶν γνησίων υἱῶν Ξάνθιππος φύσει τε δαπανη‐ ρὸς ὢν καὶ γυναικὶ νέᾳ καὶ πολυτελεῖ συνοικῶν, Τισάν‐ δρου θυγατρὶ, τοῦ Ἐπιλύκου, χαλεπῶς ἔφερε τὴν τοῦ
5πατρὸς ἀκρίβειαν γλίσχρα καὶ κατὰ μικρὸν αὐτῷ χορη‐ γοῦντος. Πέμψας οὖν πρός τινα τῶν φίλων ἔλαβεν ἀργύριον ὡς τοῦ Περικλέους κελεύσαντος. Ἐκείνου δ’ ὕστερον ἀπαιτοῦντος, ὁ μὲν Περικλῆς καὶ δίκην αὐτῷ προσέλαχε, τὸ δὲ μειράκιον ὁ Ξάνθιππος ἐπὶ τούτῳ
10χαλεπῶς διατεθεὶς ἐλοιδόρει τὸν πατέρα, πρῶτον μὲν ἐκφέρων ἐπὶ γέλωτι τὰς οἴκοι διατριβὰς αὐτοῦ καὶ τοὺς λόγους, οὓς ἐποίει μετὰ τῶν σοφιστῶν. Πεντάθλου γὰρ Χαρίππου ἀκοντίῳ πατάξαντος Ἐπίτιμον τὸν Φαρ‐ σάλιον ἀκουσίως καὶ κατακτείναντος, ἡμέραν ὅλην ἀνα‐
15λῶσαι μετὰ Πρωταγόρου διαποροῦντα, πότερον τὸ ἀκόντιον ἢ τὸν βαλόντα ἢ τοὺς ἀγωνοθέτας κατὰ τὸν ὀρθότατον λόγον αἰτίους χρὴ τοῦ πάθους ἡγεῖσθαι. Πρὸς δὲ τούτοις καὶ τὴν περὶ τῆς γυναικὸς διαβολὴν ὑπὸ τοῦ Ξανθίππου φησὶν ὁ Στησίμβροτος εἰς τοὺς πολ‐
20λοὺς διασπαρῆναι καὶ ὅλως ἀνήκεστον ἄχρι τῆς τελευ‐ τῆς τῷ νεανίσκῳ πρὸς τὸν πατέρα παραμεῖναι τὴν δια‐ φοράν· ἀπέθανε γὰρ ὁ Ξάνθιππος ἐν τῷ λοιμῷ νοσήσας.

12

Fulgent. Vocum antiqq. interpret. init.: San‐ dapilam antiqui dici voluerunt feretrum mortuorum, id est loculum; non in quo nobilium corpora, sed in quo plebeiorum atque damnatorum cadavera porta‐
5bantur: sicut Stesimbrotus Thasius de morte Poly‐ cratis Samiorum regis scripsit dicens: Posteaquam
de cruce depositus sandapila etiam deportatus est.56

t13a-17

ΠΕΡΙ ΤΕΛΕΤΩΝ.

13a

Etym. M.: Ἰδαῖοι ἐκλήθησαν οἱ Δάκτυ‐ λοι ὅτι ἡ κόνις ἣν ἔρριψαν (sc. Jovis nutrices) ἐξ Ἴδης ἦν. Στησίμβροτος δὲ ἐν τῷ Περὶ τελετῶν Διὸς καὶ Ἴδης νύμφης αὐτοὺς λέγει* φησὶν ὅτι Ζεὺς ἐκέλευσε τὰς
5ἰδίας τροφοὺς λαβεῖν κόνιν καὶ ῥῖψαι εἰς τοὔπισω καὶ ἐκ τῆς κόνεως γενέσθαι τοὺς Ἰδαίους Δακτύλους.

13b

Schol. Apoll. Rd. I, 1129: [Δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος, ἀμφοτέρῃσιν δραξαμένη γαίης Οἰαξίδος, ἐβλάστησεν.]
5Ὅτι δὲ νύμφη τις Οἰαξίδος γῆς δρα‐ ξαμένη τοὺς καλουμένους Ἰδαίους Δακτύλους ἐποίησε, παρὰ Στησιμβρότου εἴληφε· καὶ ὅτι διὰ τὸ ῥυῆναι αὐτοὺς διὰ τῶν χειρῶν, Δάκτυλοι κληθῆναι. Σοφοκλῆς δὲ αὐτοὺς Φρύγας καλεῖ ἐν Κωφοῖς Σατύροις.

14

Strabo X: Ἔτι δὲ Κρόνου τινὲς τοὺς Κο‐ ρύβαντας, οἱ δὲ τοῦ Διὸς καὶ Καλλιόπης φασὶ τοὺς αὐ‐ τοὺς τοῖς Καβείροις ὄντας, ἀπελθεῖν δὲ τούτους εἰς Σα‐ μοθρᾴκην, καλουμένην πρότερον μελίτην· τὰς δὲ πρά‐
5ξεις αὐτῶν μυστικὰς εἶναι. Ταῦτα δ’ οὐκ ἀποδεξάμενος ὁ Σκήψιος ὁ τοὺς μύθους τούτους συναγαγὼν, ὡς μη‐ δενὸς ἐν Σαμοθρᾴκῃ μυστικοῦ λόγου περὶ Καβείρων λεγομένου, παρατίθησιν ὅμως καὶ Στησιμβρότου τοῦ Θασίου δόξαν, ὡς τὰ ἐν Σαμοθρᾴκῃ ἱερὰ τοῖς Καβείροις
10ἐπετελεῖτο· καλεῖσθαι δέ φησιν αὐτοὺς ἐκεῖνος ἀπὸ τοῦ
ὄρους τοῦ ἐν Βερεκυντίᾳ Καβείρου.57

15

Apostol. Prov. XIX, 65: Τυφλότερος ἀσπά‐ λακος· τοῦτο τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς· φησὶ δ’ αὐτὸ Στησίμβροτος ὑπὸ τῆς Γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς.

16

Etym. M., v. Διόνυσος: Οἱ μὲν Διόνυξον αὐ‐ τὸν ὀνομάζουσιν, ὅτι σὺν κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μη‐ ρὸν, ὡς Στησίμβροτος.

17

Schol. Apoll. Rh. I, 1304: Στησίμβροτος δέ φη‐ σιν (Boreadas ab Hercule interfectos esse) ὅτι δια‐ φορὰν ἔσχον πρὸς τὸν Ἡρακλέα περὶ τῶν δεδομένων δώρων ὑπὸ Ἰάσονος τοῖς ἀριστεῦσι.

t18a-18d

ΠΕΡΙ ὉΜΗΡΟΥ.

18a

Iriart. Vit. Hom.: Ἀντίμαχος Κολοφώνιον, Στησίμβροτος δὲ Σμυρναῖον (τὸν Ὅμηρον γεγονέναι φασί).

18b

Schol. ad Hom. Il. Λ, 636: [Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν (sc. τὸ δέπας in anteced. descriptum), Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.] Cur Nestorem potissimum poeta dixerit,
5quaerunt. Στησίμβροτος μέν φησιν, ἵνα δοκῇ εἰκότως πολλὰ ἔτη βεβιωκέναι· εἰ γὰρ παραμόνιος ἡ ἰσχὺς, καὶ οὐχ ὑπὸ γήρως μεμάρανται, καὶ τὰ τῆς ζωῆς εὔλογον εἶ‐ ναι παραπλήσια· Ἀντιφάνης δὲ, οὐ περὶ τῆς κατὰ χεῖρα βαρύτητος λέγει, ἀλλ’ ὅτι οὐκ ἐμεθύσκετο σημαίνει,
10ἀλλ’ ἔφερε ῥᾳδίως τὸν οἶνον· Γλαῦκος δὲ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέσου δὲ πᾶν εὔφορον.

18c

Id. ib. Φ, 76: Ἀποροῦσι πῶς ὁ ἱκετεύων (Lycaon vitam ab Achille precans) πρὸς τὸν Ἀχιλλέα ἔφη· «Πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτήν.» Τὸ γὰρ λέγειν, καθάπερ Στησίμβροτος, ὅτι οἱ βάρβα‐
5ροι ἄλφιτα οὐκ ἐσθίουσιν, ἀλλ’ ἄρτους κριθίνους, ψεῦδος.

18d

Id. ib. Οʹ, 193, [γαῖα δ’ ἔτι κτλ.] Κράτης ἐν βʹ Ὁ‐
μηρικῶν καὶ Στησίμβροτος οὕτως δέδασται.58